Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.72 Dem. 20.76 (English) >>Dem. 20.78

20.74φημὶ τοίνυν ἐγώ (καὶ πρὸς Διός, ἄνδρες Ἀθηναῖοι, μηδεὶς φθόνῳ τὸ μέλλον ἀκούσῃ, ἀλλʼ ἂν ἀληθὲς σκοπείτω), ὅσῳ τὸ φανερῶς τοῦ λάθρᾳ κρεῖττον, καὶ τὸ νικῶντας τοῦ παρακρουσαμένους πράττειν ὁτιοῦν ἐντιμότερον, τοσούτῳ κάλλιον Κόνωνα τὰ τείχη στῆσαι Θεμιστοκλέους· μὲν γὰρ λαθών, δὲ νικήσας τοὺς κωλύσοντας αὔτʼ ἐποίησεν. οὐ τοίνυν ἄξιον τὸν τοιοῦτον ὑφʼ ὑμῶν ἀδικηθῆναι, οὐδʼ ἔλαττον σχεῖν τῶν ῥητόρων τῶν διδαξόντων ὡς ἀφελέσθαι τι χρὴ τῶν ἐκείνῳ δοθέντων.

20.75εἶεν. ἀλλὰ νὴ Δία τὸν παῖδα τὸν Χαβρίου περιίδωμεν ἀφαιρεθέντα τὴν ἀτέλειαν, ἣν πατὴρ αὐτῷ δικαίως παρʼ ὑμῶν λαβὼν κατέλιπεν. ἀλλʼ οὐδένʼ ἀνθρώπων εὖ φρονοῦντʼ οἶμαι ταῦτʼ ἂν φῆσαι καλῶς ἔχειν. ἴστε μὲν οὖν ἴσως, καὶ ἄνευ τοῦ παρʼ ἐμοῦ λόγου, ὅτι σπουδαῖος Χαβρίας ἦν ἀνήρ, οὐ μὴν κωλύει γʼ οὐδὲν κἀμὲ διὰ βραχέων ἐπιμνησθῆναι τῶν πεπραγμένων αὐτῷ. 20.76ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς ἅπαντας Πελοποννησίους παρετάξατʼ ἐν Θήβαις, καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσʼ ἐν Κύπρῳ τρόπαιʼ ἔστησεν καὶ μετὰ ταῦτʼ ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου δέω λέγειν χώραν οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομʼ οὐδʼ αὑτὸν κατῄσχυνεν, οὔτε πάνυ ῥᾴδιον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τʼ αἰσχύνη λέγοντος ἐμοῦ ταῦτʼ ἐλάττω φανῆναι τῆς ἐν ἑκάστῳ νῦν περὶ αὐτοῦ δόξης ὑπαρχούσης· δʼ οὐδαμῶς ἂν εἰπὼν οἴομαι μικρὰ ποιῆσαι, ταῦθʼ ὑπομνῆσαι πειράσομαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.72 Dem. 20.76 (English) >>Dem. 20.78

Powered by PhiloLogic